22 Οκτ 2013

(0) Ορφική ευχή προς Μουσαίον


Μάθε λοιπόν, Μουσαίε, την μύησι την πολυσέβαστη την προσευχή, πού είναι βέβαια για σε η προσφορώτερη απ’ όλες: Ω Δία βασιλιά και Γη καί ουράνιαι φλόγες καθαραί του Ηλίου, καί της Σελήνης το ιερόν φως καί όλα τα Αστρα καί συ Ποσειδώνα με την κυανήν χαίτην πού περιβάλλεις την γήν.Περσεφόνη αγνή καί Δήμητρα με τους ωραίους καρπούς, καί Άρτεμι πού εκτοξεύεις τα βέλη, ώ κόρη καί ήιε Φοίβε πού κατοικείς εις την ιερή γη των Δελφών καί συ χορευτή Διόνυσε, που έχεις τις μεγαλύτερες τιμές ανάμεσα στους θεούς Άρη ίσχυρόκαρδε καί αγνέ ισχυρέ Ηφαιστε καί συ θεά γεννημένη άπό τον αφρό. (Αφροδίτη), πού σούλαχαν δώρα με μεγάλα ονόματα· καί συ βασιλιά των καταχθόνιων, θεέ πού έχεις μεγάλην ύπεροχήν καί σεις Ήβη καί Είλείθυια καί του Ηρακλή ή γενναία δύναμις κάί της Δικαιοσύνης και της Ευσέβειας το μέγα όφελος προσκαλώ, καί τις ξακουστές Νύμφες καί τον Πάνα τον μέγιστον καί την Ηραν, την θαλερήν σύζυγον του Διός. πού φέρει την ασπίδα καί την Μνημοσύνην την άξιέραστη καί τάς άγνάς εννέα Μούσας επικαλούμαι καί τάς Χάριτας καί τάς Ωρας καί τον Ένιαυτόν και την θεϊκή Λητώ με τα όμορφα μαλλιά καί την σεβαστή Διώνην καί τους ώπλισμένους Κουρήτας. τους Κορύβαντας καί τους Κάβειρους καί μαζί μ’ αυτούς τους μεγάλους Σωτηρας καί τους Ίδαίους θεούς, τα αθάνατα τέκνα του Διός καί τον αγγελιοφόρον των επουρανίων, τον Ερμήν, τον κήρυκα, καί την θέμιν πού εξετάζει τάς θυσίας των ανθρώπων, καί την Νύκτα την πρεσβυτέραν εξ όλων προσκαλώ καί την Ημέραν πού φέρει το φως καί την Πίστιν καί την Δίκην καί την άμωμον θεσμοδότειραν καί την Ρέα καί τον Κρόνο καί την μαυρόπεπλο Τηθύν καί τον μεγάλον Ωκεανόν καί συνάμα τάς θυγατέρας του Ωκεανού’ του Ατλαντος και του Αιώνος την άνυπέρβλητον δύναμιν καί τον Χρόνον πού τρέχει διαρκώς, καί της Στυγός το λαμπρό νερό καί τους μειλίχιους θεούς καί προς τούτοις την αγαθήν Πρόνοιαν καί τον Δαίμονα τον αγιώτατον καί τον Δαίμονα τον καταστροφέα των ανθρώπωντους Δαίμονας τους ουράνιους και τους θαλασσίους και τους υδατινους και τους γήινους και τους κάτω από την γην και τους περιφερόμενους εις τον αέρα και την Σεμέλην και όλους όσοι εορτάζουν μαζί με τον Βάκχον.Την Ινώ, την Λευκοθέαν και τον Παλαίμονα. που δίδει την ευτυχίαν.Και την Νίκην την γλυκομίλητη και την βασίλισσαν Άδράστειαν και τον Ασκληπιόν τον μεγάλο βασιλέα, πού καταπραύνει με τα δώρα του.Και την κόρην (την παρθένον) Παλλάδα, πού διεγείρει την μάχην,και τους Άνεμους όλους και τάς Βροντάς και τα μέρη του Κόσμου, πού έχει τέσσαρες κίονες, προσφωνώ και την Μητέρα των αθανάτων, τον Αττιν και τον Μήνα προσκαλώ.Και την θεάν Ούρανίαν μαζί δε και τους αθανάτους, τον αγνόν Αδωνιν και την Αρχήν και το Πέρας· διότι αυτό είναι το μέγιστον δι’ όλα· (όλους αυτούς τους θεούς τους επικαλούμαι) να προσέλθουν με ευμένειαν, έχοντες χαρούμενη καρδία, (με καλήν διάθεσιν). εις αυτήν την ίεράν θυσίαν και εις αυτήν την σεμνήν σπονδήν.


Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην, εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων. Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ Ἠελίου, Μήνης θ᾽ ἱερὸν σέλας Ἄστρα τε πάντα· καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, Φερσεφόνη θ᾽ ἁγνὴ Δημήτηρ τ᾽ ἀγλαόκαρπε Ἄρτεμί <τ᾽> ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε, ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά· Ἆρές τ᾽ ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα· καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ᾽ ὑπείροχε δαῖμον, ῞Ηβη τ᾽ Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠύ· καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ᾽ ὄνειαρ κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον ῞Ηρην τ᾽, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν· Μνημοσύνην τ᾽ ἐρατὴν Μούσας τ᾽ ἐπικέκλομαι ἁγνὰς ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ᾽ Ἐνιαυτὸν Λητώ τ᾽ εὐπλόκαμον, Θείην σεμνήν τε Διώνην Κουρῆτάς τ᾽ ἐνόπλους Κορύβαντάς τ᾽ ἠδὲ Καβείρους   καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα, Ἰδαίους τε θεοὺς ἠδ᾽ ἄγγελον Οὐρανιώνων, Ἑρμείαν κήρυκα, Θέμιν θ᾽, ἱεροσκόπον ἀνδρῶν, Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον ῏Ημαρ, Πίστιν τ᾽ ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν, Ῥείαν τ᾽ ἠδὲ Κρόνον καὶ Τηθὺν κυανόπεπλον Ὠκεανόν τε μέγαν, σύν τ᾽ Ὠκεανοῖο θύγατρας Ἄτλαντός τε καὶ Αἰῶνος μέγ᾽ ὑπείροχον ἰσχὺν καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ μειλιχίους τε θεούς, ἀγαθήν τ᾽ ἐπὶ τοῖσι Πρόνοιαν Δαίμονά τ᾽ ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν, Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους καὶ χθονίους καὶ ὑποχθονίους ἠδ᾽ ἐμπυριφοίτους, καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας, Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ᾽ ὀλβιοδώτην Νίκην θ᾽ ἡδυέπειαν ἰδ᾽ Ἀδρήστειαν ἄνασσαν καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην Παλλάδα τ᾽ ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ· Μητέρα τ᾽ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω Οὐρανίαν τε θεάν, σύν τ᾽ ἄμβροτον ἁγνὸν Ἄδωνιν Ἀρχήν τ᾽ ἠδὲ Πέρας—τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον— εὐμενέας ἐλθεῖν κεχαρημένον ἦτορ ἔχοντας τήνδε θυηπολίην ἱερὴν σπονδήν τ᾽ ἐπὶ σεμνήν.

1 σχόλιο:

Piga mia.volta είπε...

Καλημέρα σας,

στο άρθρο σας εμφανίζεται μεταξύ άλλων μια φωτογραφία μου, παρμένη από το ιστολόγιο μου -δες εδώ-(http://pigamiavolta.blogspot.gr/2013/11/blog-post.html) Δεν με πειράζει η δημοσίευση της φωτογραφίας, θα περίμενα όμως αναφορά στην πηγή από μία ιστοσελίδα όπως είναι η δική σας.

Σας ευχαριστώ για την κατανόηση και προσβλέπω στην αποκατάση της αβλεψίας από μέρους σας.

Voyager

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...